Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 27.24 Dem. 27.27 (English) >>Dem. 27.30

27.26καίτοι εἴ τι ἔλεγον ὑγιές, οὐκ ἂν κατὰ τῆς ἐκείνου πονηρίας παρείχοντο μάρτυρας, ἧς οὐδέν μοι προσήκει φροντίζειν, ἀλλὰ τούτων ἂν ἀντελαμβάνοντο καὶ τοὺς λαβόντας ἀπεδείκνυσαν καὶ οὐδὲν ἂν αὐτῶν παρέλειπον. νῦν δʼ ὠμότατʼ ἀνθρώπων, ὁμολογοῦντες καταλειφθῆναι καὶ λαβόντες ὡς αὑτοὺς καὶ καρπωσάμενοι δέκʼ ἔτη τοὺς ἀνθρώπους, ἄρδην ὅλον τὸ ἐργαστήριον ἀφανίζουσι. καὶ ταῦθʼ ὡς ἀληθῆ λέγω, λαβέ μοι τὰς μαρτυρίας καὶ ἀναγίγνωσκε.Μαρτυρίαι

27.27ὅτι τοίνυν οὐκ ἄπορος ἦν Μοιριάδης, οὐδʼ ἦν τῇ πατρὶ τοῦτο τὸ συμβόλαιον εἰς τἀνδράποδʼ ἠλιθίως συμβεβλημένον, μεγίστῳ τεκμηρίῳ γνώσεσθε· λαβὼν γὰρ ὡς ἑαυτὸν Ἄφοβος τοῦτο τὸ ἐργαστήριον, ὡς αὐτοὶ τῶν μαρτύρων ἠκούσατε, καὶ δέον αὐτόν, εἰ καί τις ἄλλος ἐβούλετʼ εἰς ταῦτα συμβαλεῖν, τοῦτον διακωλύειν ἐπίτροπόν γʼ ὄντα, αὐτὸς ἐπὶ τούτοις τοῖς ἀνδραπόδοις τῷ Μοιριάδῃ πεντακοσίας δραχμὰς ἐδάνεισεν, ἃς ὀρθῶς καὶ δικαίως παρʼ ἐκείνου κεκομίσθαι ὡμολόγηκεν. 27.28καίτοι πῶς οὐ δεινόν, εἰ ἡμῖν μὲν πρὸς τῷ λῆμμʼ ἀπʼ αὐτῶν μηδὲν γεγονέναι καὶ αὐτὰ τὰ ὑποτεθέντʼ ἀπόλωλεν, οἳ πρότερον συνεβάλομεν, τῷ δʼ εἰς τὰ ἡμέτερα δανείσαντι καὶ τοσούτῳ χρόνῳ πράξαντι καὶ οἱ τόκοι καὶ τἀρχαῖʼ ἐκ τῶν ἡμετέρων ἀποδέδοται καὶ οὐδεμίʼ ἀπορία γέγονεν; ἀλλὰ μὴν ὡς ἀληθῆ λέγω, λαβὲ τὴν μαρτυρίαν καὶ ἀνάγνωθι.Μαρτυρία



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 27.24 Dem. 27.27 (English) >>Dem. 27.30

Powered by PhiloLogic